Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 12.75 Joseph. AJ 12.81 (English) >>Joseph. AJ 12.87

12.78

Τῶν δὲ κρατήρων χρύσεοι μὲν ἦσαν δύο, φολιδωτὴν δʼ εἶχον ἀπὸ τῆς βάσεως μέχρι τοῦ διαζώματος τὴν τορείαν λίθων ταῖς σπείραις ποικίλων ἐνδεδεμένων. 12.79εἶτα ἐπʼ αὐτῇ μαίανδρος πηχυαῖος τὸ ὕψος ἐξείργαστο κατὰ σύνθεσιν λίθων παντοίων τὴν ἰδέαν, κατʼ αὐτοῦ δὲ ῥάβδωσις ἀναγέγλυπτο, καθʼ ἧς πλέγμα ῥομβωτὸν δικτύοις ἐμφερὲς ἕως τοῦ χείλους ἀνείλκυστο· 12.80τὰ δὲ μέσα λίθων ἀσπίδια τετραδακτύλων ἀνεπλήρου τὸ κάλλος. περιεστέφετο δὲ τὰ χείλη τοῦ κρατῆρος κρίνων σμίλαξι καὶ ἀνθεμίσι καὶ βοτρύων σχοινίαις εἰς κύκλον περιηγμέναις. 12.81τοὺς μὲν οὖν χρυσέους κρατῆρας δύο χωροῦντας ἑκάτερον ἀμφορέας τοῦτον κατεσκεύασαν τὸν τρόπον, οἱ δʼ ἀργύρεοι τῶν ἐσόπτρων τὴν λαμπρότητα πολὺ διαυγέστεροι γεγόνεισαν, ὡς τρανοτέρας διὰ τούτων τὰς τῶν προσφερομένων ὄψεις ὁρᾶσθαι. 12.82προσκατεσκεύασε δὲ τούτοις βασιλεὺς καὶ φιάλας τριάκοντα, ὧν ὅσα χρυσὸς ἦν ἀλλὰ μὴ λίθῳ πολυτελεῖ διείληπτο, σμίλαξι κισσοῦ καὶ πετάλοις ἀμπέλων ἐσκίαστο φιλοτέχνως ἐντετορευμένων. 12.83ταῦτα δʼ ἐγίγνετο μὲν καὶ διὰ τὴν ἐμπειρίαν τῶν ἐργαζομένων θαυμασίων ὄντων περὶ τὴν τέχνην, πολὺ δὲ μᾶλλον ὑπὸ τῆς τοῦ βασιλέως σπουδῆς καὶ φιλοτιμίας διαφερόντως ἀπηρτίζετο· 12.84οὐ γὰρ τῆς χορηγίας τὸ ἄφθονον καὶ μεγαλόψυχον τοῖς τεχνίταις παρεῖχεν μόνον, ἀλλὰ καὶ τὸ χρηματίζειν τοῖς δημοσίοις πράγμασιν ἀπειρηκὼς αὐτὸς τοῖς κατασκευάζουσι παρῆν καὶ τὴν ὅλην ἐργασίαν ἐπέβλεπεν. αἴτιον δʼ ἦν τοῦτο τῆς τῶν τεχνιτῶν ἐπιμελείας, οἳ πρὸς τὸν βασιλέα καὶ τὴν τούτου σπουδὴν ἀποβλέποντες φιλοπονώτερον τοῖς ἔργοις προσελιπάρουν.



Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 12.75 Joseph. AJ 12.81 (English) >>Joseph. AJ 12.87

Powered by PhiloLogic